Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.175 Joseph. BJ 2.181 (English) >>Joseph. BJ 2.186

2.179καὶ δή ποτε ἑστιῶν αὐτὸν τά τε ἄλλα ποικίλως ἐφιλοφρονεῖτο καὶ τελευταῖον τὰς χεῖρας ἀνατείνας φανερῶς ηὔξατο θᾶττον αὐτὸν θεάσασθαι τῶν ὅλων δεσπότην ἀποθανόντος Τιβερίου. 2.180τοῦτό τις τῶν οἰκετῶν αὐτοῦ διαγγέλλει τῷ Τιβερίῳ, καὶ ὃς ἀγανακτήσας εἵργνυσιν τὸν Ἀγρίππαν καὶ μετʼ αἰκίας εἶχεν αὐτὸν ἐπὶ μῆνας ἓξ ἐν δεσμωτηρίῳ, μέχρις αὐτὸς ἐτελεύτησεν ἡγεμονεύσας ἔτη δύο πρὸς τοῖς εἴκοσι καὶ τρεῖς ἡμέρας ἐπὶ μησὶν ἕξ. 2.181

Ἀποδειχθεὶς δὲ Γάιος Καῖσαρ ἀνίησίν τε τῶν δεσμῶν τὸν Ἀγρίππαν καὶ τῆς Φιλίππου τετραρχίας, θνήσκει γὰρ οὗτος, καθίστησι βασιλέα. παραγενόμενος δὲ εἰς τὴν ἀρχὴν Ἀγρίππας φθόνῳ τὰς Ἡρώδου τοῦ τετράρχου διήγειρεν ἐπιθυμίας. 2.182ἐνῆγε δὲ μάλιστα τοῦτον εἰς ἐλπίδα βασιλείας Ἡρωδιὰς γυνὴ κατονειδίζουσα τὴν ἀργίαν καὶ φαμένη παρὰ τὸ μὴ βούλεσθαι πλεῖν ἐπὶ Καίσαρα στερίσκεσθαι μείζονος ἀρχῆς· ὅπου μὲν γὰρ Ἀγρίππαν ἐξ ἰδιώτου βασιλέα πεποίηκεν, ἦπου γʼ ἂν ἐκεῖνον διστάσειεν ἐκ τετράρχου;

-- --

τούτοις ἀναπεισθεὶς Ἡρώδης ἧκεν πρὸς Γάιον, 2.183ὑφʼ οὗ τῆς πλεονεξίας ἐπιτιμᾶται φυγῇ εἰς Γαλλίαν· ἠκολούθησεν γὰρ αὐτῷ κατήγορος Ἀγρίππας, καὶ τὴν τετραρχίαν τὴν ἐκείνου προσέθηκεν Γάιος. καὶ Ἡρώδης μὲν ἐν Γαλλίᾳ συμφυγούσης αὐτῷ καὶ τῆς γυναικὸς τελευτᾷ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.175 Joseph. BJ 2.181 (English) >>Joseph. BJ 2.186

Powered by PhiloLogic